῞Οποιος θέλει
νὰ μὲ ἀκολουθήσει,
ἂς ἀπαρνηθεῖ τὸν ἑαυτό του,
ἂς σηκώσει τὸν σταυρό του
κι ἂς μὲ ἀκολουθεῖ.
(Μαρκ. η´ 34 - θ´ 1)
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶἀκολουθείτω μοι. ῞Ος γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ἂν ἀπολέσῃ τὴν
ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ῎Η τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ῞Ος γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶἁμαρτωλῷ, καὶὁ υἱὸς τοῦἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Καὶἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦἐληλυθυῖαν ἐν δυνάμει.
Απόδοση σε απλή γλώσσα