Αδελφοί,
νὰ χαίρεστε πάντοτε
μὲ τὴ χαρὰ ποὺ δίνει
ἡ κοινωνία μὲ τὸν Κύριο.
Θὰ τὸ πῶ καὶ πάλι·
νὰ χαίρεστε.
(Φιλιπ. δ´ 4-9)
Αδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ῾Ο Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ
νοήματα ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
Απόδοση σε απλή γλώσσα